[ ] Phokis — Delphi — 181 BC
1 ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμὼ Κρατεροῦ Δελφὶς τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσίας, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων.
βεβαιωτηρ κατὰ τὸν νόμον· Κλεόδαμος Κλέωνος Δελφός. Παραμεινάτω δὲ
Σωσίας παρὰ Δαμὼ ἄχρι κα ζώηι Δαμώ, ποέων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνα-
5 τὸν εὐνόως. εἰ δέ τί κα πάθηι Δαμώ, ἐλεύθερος ἔστω Σωσίας, κυριεύων αὐτὸς αὑ-
τοῦ καὶ ἀποτρέχων οἷς κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς
κα ἅπτηται Σωσία ἐπὶ καταδουλισμῶι, ἐπεί κα τελευτάσηι Δαμώ, βέβαιον
παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ὄντα,
10 ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες·
τοῦ Ἀπόλλωνος τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόντων Μενέ-
στρατος, ἰδιῶται Εὐκλείδας, Δαμοκράτης, Κλέων, Κράτων,
Ταραντῖνος.
Search Help
Contact Us