[ ]
Phokis — Delphi — 187/186 BC
1 | ἄρχοντος Πεισίλα, μηνὸς Ποιτροπίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Ἰσχέας Δωροθέου Οἰ- | |
ανθεύς, συνεπαινεούσας Ἀγήσας τᾶς | |
Ζεύξιος θυγατρὸς Οἰανθίδος, τῶι Ἀπόλλω- | |
5 | νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δορ- |
κίνας τιμᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμιμναί- | |
ου, καθὼς ἐπίστευσε Δορκίνας τῶι θεῶι τὰν | |
ὠνὰν ἐφ’ ὧι τε ἐλεύθερον εἶμεν καὶ ἀνέ- | |
φαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποέον- | |
10 | τα ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸ- |
ν νόμον· Πειθαγόρας Ξένωνος, Κρά- | |
των Νικοδάμου Δελφοί. μάρτυρες· τοὶ ἱε- | |
ρεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος, καὶ | |
τοὶ ἄρχοντες Θεόφραστος, Ξένων, Ἀριστοτέ- | |
15 | λης· ἰδιῶται Γλαῦκος, Βαβύλος, Ταραντῖνος, |
Δαμοχάρης, Κλεοφάνης Δελφοί. |