[ ]
Phokis — Delphi — 187 BC
| 1 | ἄρχοντος Πεισίλα, μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πεισίλας Νικοδάμου Δελφὸς |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἰάς, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, | |
| καθὼς ἐπίστευσε Ἰὰς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ | |
| πάντων τὸμ πάντα βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Κράτων | |
| 5 | Νικοδάμου Δελφός. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος, καὶ τοὶ ἄρχοντες Θεόφραστος, |
| Ξένων, ἰδιῶται Δίων Κλέωνος, Πράοχος, Ἀριστόμαχος, Δαμοχάρης Καλλείδα, | |
| Ἐπικράτης. |