[ ] Phokis — Delphi — 188/187 BC
1 ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστο-
κράτεια Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ὧι ὄνομα Ῥόδιον, τιμᾶς ἀργυρίου
μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ῥόδιον τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφα-
πτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. Παρα-
5 μεινάτω δὲ Ῥόδιον παρὰ Ἀριστοκράτειαν ἄχρι κα ζώηι Ἀριστοκράτεια, ποέουσα τὸ ποτι-
τασσομένον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιῆι Ῥόδιον τῶν ποτιτασσομένων
ὑπὸ Ἀριστοκρατείας, καθὼς γέγραπται, δυνατὰ οὖσα, ἐξέστω Ἀριστοκρατείαι κολάζειν, καθώς
κα αὐτὰ θέληι, καὶ ἄλωι(!) ὑπὲρ Ἀριστοκράτειαν, ἀξαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας.
εἰ δέ τί κα πάθηι Ἀριστοκράτεια, ἐλευθέρα ἔστω Ῥόδιον, κυριεύουσα αὐτὸς(!) αὑτᾶς,
10/11 καὶ ποιέουσα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ῥοδίου, τελευτησάσας Ἀριστοκρατείας, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι
12 τὰν ὠνάν, κατὰ τὸν νόμον. Ομοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω
συλέοντες ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας. μάρτυ-
ρες· ὁ ἱερεὺς Ξένων· τῶν ἀρχόντων Ἐτυμώνδας· ἰδιῶται Ξένων, Δαμοχάρης, Μενεκράτης.
Search Help