[ ] Phokis — Delphi — 186 BC
1 ἄρχοντος Πεισίλα, μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Θάρσιππος
Νίκωνος Ὀπούντιος, κατοικέων ἐν Δελφοῖς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι [σῶμα]
ἀνδρεῖον ὧι ὄνομα Βρόμιος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καθὼς
ἐπίστευσε Βρόμιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθερον εἶμεν καὶ ἀνέ-
5 φαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποέοντα ὅ κα θέληι καὶ ἀποτρέχ[οντα]
οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Σέλευκος Ἐπινίκου Δελφός.
βέβαιον δὲ παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Θάρσιππος
καὶ ὁ βεβαιωτὴρ Σέλευκος. εἰ δέ κα μὴ παρέχοντι, πράκτιμοι ἐόντων
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων
10 συλέοντες ὡς ἐλεύθερον ὄντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος, τῶν δὲ ἀρχόντων Κλεόδαμος
Κλέωνος, ἰδιῶται· Δαμοχάρης, Ἀγησίας, Θεύξενος, Ἀγάθων, Πολύκλειτος,
Καλλικράτης, Σώτας.
Search Help