[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ξενοκρίτου τοῦ Ταραντί- |
νου, μηνὸς Βυσίου, βουλευόντων | |
τὰν δευτέραν ἑξάμηνον Καλλικρά- | |
τεος τοῦ Διοδώρου, Κλέωνος, τοῦ | |
5 | Κλευδάμου, γραμματεύοντες δὲ |
Μεγάρτα τοῦ Μελισσίωνος, ἐπὶ | |
τοῖσδε ἀπέδοτο Πειθόλαος Ξένω- | |
νος καὶ Ἡραῒς συνευδο- | |
κεούσας καὶ τᾶς θυγατέρος αὐτῶν | |
10 | Τιμ[οῦ]ς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
μα γυναικεῖον κορίδιον ἇι ὄνομα Ζω- | |
ῒς τὸ γένος οἰκογενη, τιμᾶς ἀργυρίου | |
μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἔχον- | |
τι πᾶσαν, καθὼς ἐπίστευσε Ζωῒς τῶι | |
15 | θεῶι τὰν ὠνὰν ἐφ’ ὧι τε ἐλευθέρα |
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. | |
βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ὀξύλος Πολυξένου. | |
εἰ δέ τις ἅπτοιτο Ζωΐδος ἐπὶ καταδου- | |
20 | λισμῶι, βέβαιον παρεχόντων |
τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- | |
μενος Πειθόλαος καὶ Ἡραῒς καὶ ὁ βεβαιωτὴρ Ὀξύλος. εἰ δὲ μὴ πα- | |
ρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνὰν πράκτιμοι ἐόντων κατὰ τὸν | |
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐ- | |
25 | όντων συλέοντες Ζωΐδα ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες |
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω δὲ Ζωῒς πα- | |
ρὰ Πειθόλαον καὶ Ἡραΐδα ἄχρι οὗ κα ζώωντι, ποιέουσα τὸ ποτι- | |
τασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ ποιέοι ἢ | |
μὴ παραμένοι Ζωΐς, ἐξουσίαν ἐχόντων ἐπιτιμέοντες Πει- | |
30 | θόλαος καὶ Ἡραῒς τρόπωι ὧι κα αὐτοὶ θέλωντι, πλὰν μὴ π[ωλέ- |
οντες]. εἰ δὲ γένοιντο γένεαι Ζωΐδος, ζώοντος Πιθολάου καὶ Ἡραΐδος, | |
ἐλεύθεραι ἐόντων αἱ γένεαι καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρό- | |
νον καθὼς ἐπάνω γέγραπται. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων | |
καὶ ὁ νεωκόρος Μένης καὶ οἱ ἄρχοντες Καλλικράτης, Κλέων, Μεγάρτας, | |
35 | καὶ ἰδιῶται Τιμοκριτος, Καλλίστρατος Ἀθανίωνος, Εὐκράτης Ξένωνος, |
Ἀναξανδρίδας, Βαβύλος Ἀνδρομένεος, Πάτρων Ἰατάδα, Κλεώνυμος | |
Κλέωνος. |