[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Ξενοκρίτου τοῦ Ταραντί- |
| νου, μηνὸς Βυσίου, βουλευόντων | |
| τὰν δευτέραν ἑξάμηνον Καλλικρά- | |
| τεος τοῦ Διοδώρου, Κλέωνος, τοῦ | |
| 5 | Κλευδάμου, γραμματεύοντες δὲ |
| Μεγάρτα τοῦ Μελισσίωνος, ἐπὶ | |
| τοῖσδε ἀπέδοτο Πειθόλαος Ξένω- | |
| νος καὶ Ἡραῒς συνευδο- | |
| κεούσας καὶ τᾶς θυγατέρος αὐτῶν | |
| 10 | Τιμ[οῦ]ς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
| μα γυναικεῖον κορίδιον ἇι ὄνομα Ζω- | |
| ῒς τὸ γένος οἰκογενη, τιμᾶς ἀργυρίου | |
| μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἔχον- | |
| τι πᾶσαν, καθὼς ἐπίστευσε Ζωῒς τῶι | |
| 15 | θεῶι τὰν ὠνὰν ἐφ’ ὧι τε ἐλευθέρα |
| εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. | |
| βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ὀξύλος Πολυξένου. | |
| εἰ δέ τις ἅπτοιτο Ζωΐδος ἐπὶ καταδου- | |
| 20 | λισμῶι, βέβαιον παρεχόντων |
| τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- | |
| μενος Πειθόλαος καὶ Ἡραῒς καὶ ὁ βεβαιωτὴρ Ὀξύλος. εἰ δὲ μὴ πα- | |
| ρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνὰν πράκτιμοι ἐόντων κατὰ τὸν | |
| νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐ- | |
| 25 | όντων συλέοντες Ζωΐδα ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες |
| καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω δὲ Ζωῒς πα- | |
| ρὰ Πειθόλαον καὶ Ἡραΐδα ἄχρι οὗ κα ζώωντι, ποιέουσα τὸ ποτι- | |
| τασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ ποιέοι ἢ | |
| μὴ παραμένοι Ζωΐς, ἐξουσίαν ἐχόντων ἐπιτιμέοντες Πει- | |
| 30 | θόλαος καὶ Ἡραῒς τρόπωι ὧι κα αὐτοὶ θέλωντι, πλὰν μὴ π[ωλέ- |
| οντες]. εἰ δὲ γένοιντο γένεαι Ζωΐδος, ζώοντος Πιθολάου καὶ Ἡραΐδος, | |
| ἐλεύθεραι ἐόντων αἱ γένεαι καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρό- | |
| νον καθὼς ἐπάνω γέγραπται. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων | |
| καὶ ὁ νεωκόρος Μένης καὶ οἱ ἄρχοντες Καλλικράτης, Κλέων, Μεγάρτας, | |
| 35 | καὶ ἰδιῶται Τιμοκριτος, Καλλίστρατος Ἀθανίωνος, Εὐκράτης Ξένωνος, |
| Ἀναξανδρίδας, Βαβύλος Ἀνδρομένεος, Πάτρων Ἰατάδα, Κλεώνυμος | |
| Κλέωνος. |