[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δαμοσθένεος, μηνὸς Ποιτροπίου, ἀπέδο- |
| το Καλλὼ Ἀρίστωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| ἀνδρεῖον ὧι ὄνομα Λύκος, τιμᾶς ἀργυρίου μνᾶς καὶ | |
| τὰν τιμὰν ἔχει πᾶσαν, συνευδοκεόντων καὶ τῶν | |
| 5 | {καὶ τῶν} υἱῶν Ἀρίστωνος, Ἀριστωνύμου, καὶ |
| τοῦ ἀνδρὸς Ἀριστομάχου. βεβαιωτὴρ κατὰ τοὺς | |
| νόμους τᾶς πόλιος· Ἁγίων Τεισίππου, καθὼς ἐπί- | |
| στευσε Λύκος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἀνέφα- | |
| πτος εἶμεν ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντα(!) ὅκα | |
| 10 | θέληι. μάρτυρες· Εὐκλῆς, Τείσιππος, καὶ οἱ ἄρχοντες Ἀνα- |
| ξανδρίδας, Φιλαίτωλος, Τιμοκλῆς, καὶ οἱ ἱερεῖς τοῦ | |
| Ἀπόλλωνος τοῦ Πυθίου· Ἄρχων, Ἀνδρόνικος. |