[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δαμοστράτου, μηνὸς Βοαθόου, βουλευόντων τὰν |
πρώταν ἑξάμηνον Σωστράτου τοῦ Σωτύλου, Ἡρακλείδα τοῦ | |
Καλλία, γραμματεύοντος δὲ Πυρρία τοῦ Ἀρχελάου, ἐπὶ τοῖς δε | |
ἀπέδοτο Αἰνήσιον Αἰακίδα, συνευδοκέοντος καὶ Φι- | |
5 | λοδάμου τοῦ Δώρωνος τοῦ ἀνδρὸς τοῦ Αἰνησίου, |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσι- | |
κράτεια, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ ἡμιμναίου, καὶ | |
τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωσικράτεια τῶι | |
θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀ- | |
10 | πὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ- |
χουσα ἇι κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Αἰα- | |
κίδας Φιλαιτώλου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Σωκρα- | |
τείας, βέβαιον παρεχοντων τῶι θεῶι τὰν ὠνὰν ἅτε ἀποδο- | |
μένα Αἰνήσιον καὶ ὁ βεβαιωτὴρ Αἰακίδας. εἰ δὲ μὴ παρέχοιν | |
15 | βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν |
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
κύριοι ἐόντων συλέοντες Σωσικράτειαν ὡς ἐλευθέραν | |
ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δί- | |
κας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πρα- | |
20 | ξίας Εὐδόκου, Ἀνδρόνικος Φρικίδα, καὶ οἱ ἄρχοντες τᾶς |
πόλιος Σώστρατος, Ἡρακλείδας, Πυρρίας, ἰδιῶται Φιλαίτω- | |
λος Αἰακίδα, Μαντίας Κλευδάμου, Λαϊάδας Βαβύλου, | |
Ἀγαθοκλῆς Ἁρμοδίου, Εὐχαρίδας καὶ Γόργιλος | |
οἱ Φαίνιος, Τιμόκριτος Εὐκλείδα, Ἀριστό- | |
25 | μαχος Ὀλυμπογένεος. |