[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος [Ἀ]τεισίδα, μηνὸς Ποιτροπίου, ἀπέδοτο Νικασὼ Νί-
κωνος τῶι Ἀπόλλ[ωνι] τῶι Πυθίωι σῶμα γυναικεῖον οἰκο[γενῆ]
ἇι ὄνομα Λαμία, τιμᾶς ἀργυρίου μνᾶν πέντε, [καὶ τὰν]
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί[στευσε] Λαμία τῶι θεῶι
5 τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
των τὸν πάντα χρόνον, ποιοῦσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ
τοὺς νόμους τᾶς πόλιος· Κλέων Ἤρυος. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ
καταδουλισμῶι Λαμίας, βέβαιον παρεχέτω τὰν ὠνὰν τῶι θεῶι
ἅ τε ἀποδομένα Νικασὼ καὶ ὁ βεβαιωτὴρ Κλέων. εἰ δὲ μὴ παρέ-
10 χοιν βέβαιον τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα
Νικασὼ καὶ Λεοντὶς καὶ ὁ βεβαιωτὴρ Κλέων, πρά-
κτιμοι ἔστωσαν Λαμίαι ἢ ὧι κα Λαμία θέληι, ἑκατέραι
καὶ ὁ βεβαιωτὴρ ἀργυρίου μνᾶν δέκα, καὶ ὁμοίως
ὁ παρατυχὼν κύριος ἔστω συλέων Λαμίαν ὡς ἐ-
15 λευθέραν οὖσαν, καὶ ὁ συλάσας [ἀζά]μιος ἔστω καὶ ἀ-
νυπόδικος πάσας δίκας καὶ ζαμί[ας. Π]αραμεινάτω δὲ
Λαμία παρὰ Νικασώ, ἕως κα Νικα[σὼ ζώ]ηι, ποιοῦσα τὸ ἐπι-
τασσόμενον πᾶν. εἰ δὲ μὴ παραμένηι Λαμία παρὰ Νι-
κασώ, κυρία ἔστω Νικασὼ καί ἄλλος ὅν κα Νικασὼ
20 θέληι Λαμίαν μαστιγοῦσα καὶ διδεῖσα καὶ ἄλλο ὅ κα θέ-
ληι ποιοῦσα. μάρτυροι· Ἀρίστων Δ[α]μοφάνεος, Νικάτας,
Σωσίπατρος, Ἡρακλείδας, Εὐκλείδας Καλλείδα, καὶ ὁ ἄρχων
Καλλίκων Εὐκράτεος.
Search Help
Contact Us