[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δαμοσθένεος, μηνὸς Ἡρακλήου, βουλευόν- |
| των τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, | |
| Ἐμμενίδα τοῦ Καλλία, Ἀντιγένεος τοῦ Διοδώρου, ἐπὶ τοῖσδε | |
| ἀπέδοτο Νικαία Καλλία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
| 5 | κεῖον ἇι ὄνομα Καλλιόπα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ- |
| ρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐ- | |
| πίστευσε Καλλιόπα τῶι θεῶι τὰν ὠνὰν εφ’ ὧι τε ἐλευθέρα | |
| εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέου- | |
| σα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆρες κα- | |
| 10 | τὰ τὸν νόμον τᾶς πόλιος· Σωσίξενος Ξένωνος, Τείσων |
| Θευχάριος. εἰ δέ τις ἅπτοιτο Καλλιόπας ἐπὶ καταδουλι- | |
| σμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅτε ἀπο- | |
| δομένα Νικαία καὶ οἱ βεβαιωτῆρες Σωσίξενος καὶ Τεί- | |
| σων. εἰ δὲ μὴ παρέχοιν βεβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτι- | |
| 15 | μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ |
| οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Καλλιό- | |
| παν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι- | |
| κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλω- | |
| νος Ἄρχων, και ἰδιῶται Τιμοκλῆς Πολύωνος, Ἄσανδρος, Χαρίξε- | |
| 20 | νος, Ὀρθαγόρας, Ἀρίστων Ὀρθαγόρα, Πολέμαρχος Χαριξένου, |
| Τιμόκριτος, Ξένων Σωσιξένου, Δίων Ἐπισθένεος. |