[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δαμοσθένεος, μηνὸς Ἡρακλήου, βουλευόν- |
των τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, | |
Ἐμμενίδα τοῦ Καλλία, Ἀντιγένεος τοῦ Διοδώρου, ἐπὶ τοῖσδε | |
ἀπέδοτο Νικαία Καλλία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
5 | κεῖον ἇι ὄνομα Καλλιόπα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ- |
ρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐ- | |
πίστευσε Καλλιόπα τῶι θεῶι τὰν ὠνὰν εφ’ ὧι τε ἐλευθέρα | |
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέου- | |
σα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆρες κα- | |
10 | τὰ τὸν νόμον τᾶς πόλιος· Σωσίξενος Ξένωνος, Τείσων |
Θευχάριος. εἰ δέ τις ἅπτοιτο Καλλιόπας ἐπὶ καταδουλι- | |
σμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅτε ἀπο- | |
δομένα Νικαία καὶ οἱ βεβαιωτῆρες Σωσίξενος καὶ Τεί- | |
σων. εἰ δὲ μὴ παρέχοιν βεβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτι- | |
15 | μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ |
οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Καλλιό- | |
παν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι- | |
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλω- | |
νος Ἄρχων, και ἰδιῶται Τιμοκλῆς Πολύωνος, Ἄσανδρος, Χαρίξε- | |
20 | νος, Ὀρθαγόρας, Ἀρίστων Ὀρθαγόρα, Πολέμαρχος Χαριξένου, |
Τιμόκριτος, Ξένων Σωσιξένου, Δίων Ἐπισθένεος. |