[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Πάσωνος, μηνὸς Ἰλαίου, βουλευόντων Φιλιστίωνος τοῦ  Διοκλέ-
ος, Ἁγίωνος τοῦ Λαϊάδα, ἀπέδοτο Ἰράνα Νικία, συνευαρεστέοντος καὶ συν-
παρόντος καὶ τοῦ ἀδελφοῦ αὐτᾶς Φιλονίκου τοῦ Νικία, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Πρέπουσα, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι-
5 μὰν ἀπέχει πᾶσαν, καθὼς ἐν τᾶι παραμονᾶι γέγραπται ἀπολελυμέναν
εἶμεν, καὶ καθὼς ἐπίστευσε Πρέπουσα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευ-
θέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιω-
τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁβρόμαχος Ξεναγόρα. ει· δέ τις
ἐφάπτοιτο Πρεπούσας ἐπὶ καταδουλισμῶι, βέβαιον παρε-
10 χόντων οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. Ὁμοί-
ως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Πρέπουσαν
ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ
ζαμίας, καθώς κα συλάσηι. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλω-
νος Λαϊάδας Βαβύλου, Νικόστρατος Ἄρχωνος,  κἰδιῶται Δάμων
15 Ὀρθαίου, Δάμων Ἀγάθωνος, Πολέμαρχος Δάμωνος, Δρομοκλεί-
δας Πύρρου, Ἐράτων Κλέωνος.
Search Help
Contact Us