[ ]
Phokis — Delphi — 50-1 BC
| 1 | ἄρχοντος Πάσωνος, μηνὸς Ἰλαίου, βουλευόντων Φιλιστίωνος τοῦ Διοκλέ- |
| ος, Ἁγίωνος τοῦ Λαϊάδα, ἀπέδοτο Ἰράνα Νικία, συνευαρεστέοντος καὶ συν- | |
| παρόντος καὶ τοῦ ἀδελφοῦ αὐτᾶς Φιλονίκου τοῦ Νικία, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Πρέπουσα, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι- | |
| 5 | μὰν ἀπέχει πᾶσαν, καθὼς ἐν τᾶι παραμονᾶι γέγραπται ἀπολελυμέναν |
| εἶμεν, καὶ καθὼς ἐπίστευσε Πρέπουσα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευ- | |
| θέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιω- | |
| τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁβρόμαχος Ξεναγόρα. ει· δέ τις | |
| ἐφάπτοιτο Πρεπούσας ἐπὶ καταδουλισμῶι, βέβαιον παρε- | |
| 10 | χόντων οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. Ὁμοί- |
| ως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Πρέπουσαν | |
| ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
| ζαμίας, καθώς κα συλάσηι. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλω- | |
| νος Λαϊάδας Βαβύλου, Νικόστρατος Ἄρχωνος, κἰδιῶται Δάμων | |
| 15 | Ὀρθαίου, Δάμων Ἀγάθωνος, Πολέμαρχος Δάμωνος, Δρομοκλεί- |
| δας Πύρρου, Ἐράτων Κλέωνος. |