[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος ἐν {Χαλεν} Χαλείωι Μέμνονος |
τοῦ Δάμωνος, μηνὸς Κουτίου, ἐν δὲ | |
Δελφοῖς ἄρχοντος Νεοστράτου τοῦ Ἄρ- | |
χωνος, μηνὸς Ἡραίου, βουλευόντων Πο- | |
5 | λεμάρχου, Εὐκλείδα, ἀπέδοτο Εὐπορία |
Δορκίνα Χαληίς, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ Ἡρακλείδα, τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι ἐπ’ ἐλευθερίαι παιδάριον οἰκογενές, ὧι ὄνομα Ἀφροδίσιος, τιμᾶς ἀργυρίου μνᾶν πέν- | |
τε καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν, ἐφ’ ὧι τε εἶμεν Ἀφροδίσιον ἐλεύθερον καὶ ἀνέφα- | |
πτον ἀπὸ {πο} πάντων. Παραμεινάτω δὲ Ἀφροδίσιος Εὐπορίαι καὶ Δαμοφάνει ἕως κα ζῶ- | |
10 | ντι, ποιῶν τὸ δυνατὸν πᾶν. εἰ δὲ μὴ παραμένοι καθὼς ἁ ὠνὰ περιέχει, ἐξουσίαν ἐχέ- |
τωσαν Εὐπορία καὶ Δαμοφάνης ἐπιτιμέοντες Ἀφροδίσιον ὧι κα προαιρέωνται τρό- | |
πωι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξενοκράτης Νίκωνος Χαλειεύς, Δελφὸς | |
δὲ Δίων Λαϊάδα· τὰν ὠνὰν φυλάσσει Μνασίας Μέμνονος Χαλειεύς, Δελφὸς δὲ | |
Πολέμαρχος Δάμωνος. μάρτυροι· Ἀλέξανδρος Ξενοκράτεος, Κλεοσθένης, Εὐάμερος, | |
15 | Στέφανος. |