[ ]
Phokis — Delphi — Sept./Oct. 126 BC
1 | ἄρχοντος Ἀριστίωνος, μηνὸς Βοαθοίου, ἀπέδοτο Δημήτρ[ιος] Δημη- |
τρίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα αἷς ὀνόματα | |
Συνέτα, Σύνεσις, τὸ γένος Θραῖσσαν, Σύνεσιν δ’ ἐνδογενῆ, | |
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσαν Συνέτα καὶ | |
5 | Σύνεσις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευθέρας εἶμεν καὶ ἀνε- |
φάπτους ἀπὸ πάντων, ποιούσας ὅ κα θέλωντι, καὶ ἀποτρεχού- | |
σας αἷ κα θέλωντι. βεβαιωτήρ· Ξένων Ἀριστοβούλου, κατὰ τὸν νό- | |
μον. εἰ δέ τίς κα ἐφάπτηται Συνέτας ἢ Συνέσιος, βέβαιον παρεχέ- | |
τω ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχηι, πράκτιμος ἔστω κατὰ τὸν νόμον· | |
10 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων ὡς ἐλευθέ- |
ραν συλέοντες, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου· | |
[Ἁγίων Πο]λυκλείτου, Ταραντῖνος Μνασιθέου, Θεύτιμος | |
15 | ․․․․․․․․ Μένης Ἄνδρωνος, Κάλλων Νικία, Σωσίστρατος Ἀθανίωνος, |
καὶ τοὶ ἄρχοντες Σωσίπατρος, Πάτρων, Ἁγίων Ἐχεφύλου. |