[ ]
Phokis — Delphi — Sept./Oct. 126 BC
| 1 | ἄρχοντος Ἀριστίωνος, μηνὸς Βοαθοίου, ἀπέδοτο Δημήτρ[ιος] Δημη- |
| τρίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα αἷς ὀνόματα | |
| Συνέτα, Σύνεσις, τὸ γένος Θραῖσσαν, Σύνεσιν δ’ ἐνδογενῆ, | |
| τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσαν Συνέτα καὶ | |
| 5 | Σύνεσις τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευθέρας εἶμεν καὶ ἀνε- |
| φάπτους ἀπὸ πάντων, ποιούσας ὅ κα θέλωντι, καὶ ἀποτρεχού- | |
| σας αἷ κα θέλωντι. βεβαιωτήρ· Ξένων Ἀριστοβούλου, κατὰ τὸν νό- | |
| μον. εἰ δέ τίς κα ἐφάπτηται Συνέτας ἢ Συνέσιος, βέβαιον παρεχέ- | |
| τω ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχηι, πράκτιμος ἔστω κατὰ τὸν νόμον· | |
| 10 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων ὡς ἐλευθέ- |
| ραν συλέοντες, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
| λωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου· | |
| [Ἁγίων Πο]λυκλείτου, Ταραντῖνος Μνασιθέου, Θεύτιμος | |
| 15 | ․․․․․․․․ Μένης Ἄνδρωνος, Κάλλων Νικία, Σωσίστρατος Ἀθανίωνος, |
| καὶ τοὶ ἄρχοντες Σωσίπατρος, Πάτρων, Ἁγίων Ἐχεφύλου. |