[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δαμοσθένεος, μηνὸς Ἀπελλαίου, βουλευόντων |
τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, Τιμοκλέος τοῦ | |
Θρασεα, γραμματεύοντος δὲ Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἐπὶ τοῖς | |
δε ἀπέδοτο Ἀριστόμαχος Ὀλυμπογένεος, συνευδοκεούσας | |
5 | καὶ τᾶς γυναικὸς αὐτοῦ Ἀριστοῦς τᾶς Ἐπινόμου [ἐ]ούσας Ἀρι- |
στομάχου, καὶ τοῦ υἱοῦ αὐτᾶς Πύρρου, τῶι Ἀπόλλωνι τῶι Πυ- | |
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀγαθώ, τὸ γένος Σύραν, τιμᾶς ἀρ- | |
γυρίου μνᾶν πέντε καὶ ἡμιμναίου καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
ἐπίστευσε Ἀγαθὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶ- | |
10 | μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα |
ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν | |
νόμον τᾶς πόλιος· Ἀρτεμίδωρος Ἀπολλωνίου. εἰ δέ τις ἅπτοι- | |
το Ἀγαθοῦς ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι | |
θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστόμαχος καὶ ὁ βεβαιω- | |
15 | τὴρ Ἀρτεμίδωρος. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ- |
νάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως | |
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀγα- | |
θὼ ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος | |
20 | Ἄρχων καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Τιμοκλῆς, Ἀναξαν- |
δρίδας, καὶ ἰδιῶται Τιμόκριτος, Ἀριστόδαμος Ἄγωνος, Δαμάνθης, Λαϊάδας, Εὐκλῆς. |