[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Δαμοσθένεος, μηνὸς Ποιτροπίου, βου- |
λευόντων τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, | |
Τιμοκλέος τοῦ Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα | |
τοῦ Αἰακίδα, ἐν δὲ Ἀμφίσσαι ἄρχοντος Ξενοδόκου τοῦ Ἀ- | |
5 | λέξιος, θεοκολέοντος δὲ Δάμωνος τοῦ Δαμοξένου, μη- |
νὸς Παναγυρίου, ἀπέδοτο Ἀριστίων Ἀναξανδρίδα | |
Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι καὶ τῶι Ἀσκλαπιῶι | |
τῶι ἐν Ἀμφίσσαι παιδάριον οἰκογενές, ὧι ὄνομα Ἀπολλώ- | |
νιος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καὶ τὰν | |
10 | τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀπολλώνιος τοῖς θε- |
οῖς τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθερος ἔσται καὶ ἀνέφαπτος ἀ- | |
πὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτῆρες κατὰ τοὺς | |
νόμους τᾶν πόλιων· Κλέανδρος Ἀμφισσεύς, Εὐάγγελος Δελ- | |
φός. εἰ δέ τίς κα ἐφάπτηται Ἀπολλωνίου ἐπὶ καταδουλισμῶι. βέβαιον παρε- | |
15 | χόντων τοῖς θεοῖς τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστίων καὶ οἱ βεβαιωτῆ- |
ρες Κλέανδρος καὶ Εὐάγγελος, κατὰ τοὺς νόμους τᾶν πόλιων· ὁμοίως δὲ καὶ | |
οἱ παρατυγχάνοντες τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Ἀπολλώνιον, | |
ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι τοὶ συ- | |
λέοντες πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω δὲ Ἀπολλώ- | |
20 | νιος παρὰ Ἀριστίωνα καὶ Νικὼ ἄχρι οὗ κα ζώηι Ἀριστίων καὶ Νι- |
κώ, ποιῶν τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δέ κα μὴ παραμέ- | |
νηι καθὼς γέγραπται, κύριος ἔστω Ἀριστίων κολαζόμενος Ἀ- | |
πόλλωνιον τρόπωι ὧι κα θέληι· μὴ ἐξέστω δὲ Ἀπολλωνίωι μή- | |
τε δόσιν τῶν ἰδίων μηθενὶ δό[μεν] μήτε υἱοποιήσασσται(!) | |
25 | μηθένα, εἴ κα μὴ ἐξ αὐτοῦ γένηται· εἰ δὲ μὴ τὰ ὑπάρ- |
χοντα τὰ Ἀπολλωνίου, εἴ κά τι πάθηι Ἀπολλώνιος, | |
Βαβύλου καὶ Ἀναξανδρίδα καὶ Σωσιπάτρου | |
ἔστω, καὶ τῶν ἐπινόμων τῶν Βαβύλου καὶ Ἀναξαν- | |
δρίδα καὶ Σωσιπάτρου ἔστω. μάρτυροι· ὁ ἱερεὺς | |
30 | Ἄρχων, καὶ ὁ νεωκόρος Μένης, καὶ τῶν ἀρχόντων |
Ἀναξανδρίδας· ἰδιῶται Δάμων Δαμοξένου, Εὔδικος, | |
Ἀλέξων Δάμωνος, Ἐρύμηλος, Δαμοκλῆς Ἀμφισσεῖς· | |
Εὔδοκος, Σέλευκος, Θεύδοτος, Ἄθαμβος Ἀθανίω- | |
νος Δελφοί· τὰν ὠνὰν φυλάσσοντι Μένης Δελφός, | |
35 | Ἐρύμηλος Ἀμφισσεύς. |