[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Δαμοσθένεος, μηνὸς Ποιτροπίου, βου- |
| λευόντων τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, | |
| Τιμοκλέος τοῦ Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα | |
| τοῦ Αἰακίδα, ἐν δὲ Ἀμφίσσαι ἄρχοντος Ξενοδόκου τοῦ Ἀ- | |
| 5 | λέξιος, θεοκολέοντος δὲ Δάμωνος τοῦ Δαμοξένου, μη- |
| νὸς Παναγυρίου, ἀπέδοτο Ἀριστίων Ἀναξανδρίδα | |
| Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι καὶ τῶι Ἀσκλαπιῶι | |
| τῶι ἐν Ἀμφίσσαι παιδάριον οἰκογενές, ὧι ὄνομα Ἀπολλώ- | |
| νιος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καὶ τὰν | |
| 10 | τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀπολλώνιος τοῖς θε- |
| οῖς τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθερος ἔσται καὶ ἀνέφαπτος ἀ- | |
| πὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτῆρες κατὰ τοὺς | |
| νόμους τᾶν πόλιων· Κλέανδρος Ἀμφισσεύς, Εὐάγγελος Δελ- | |
| φός. εἰ δέ τίς κα ἐφάπτηται Ἀπολλωνίου ἐπὶ καταδουλισμῶι. βέβαιον παρε- | |
| 15 | χόντων τοῖς θεοῖς τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστίων καὶ οἱ βεβαιωτῆ- |
| ρες Κλέανδρος καὶ Εὐάγγελος, κατὰ τοὺς νόμους τᾶν πόλιων· ὁμοίως δὲ καὶ | |
| οἱ παρατυγχάνοντες τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Ἀπολλώνιον, | |
| ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι τοὶ συ- | |
| λέοντες πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω δὲ Ἀπολλώ- | |
| 20 | νιος παρὰ Ἀριστίωνα καὶ Νικὼ ἄχρι οὗ κα ζώηι Ἀριστίων καὶ Νι- |
| κώ, ποιῶν τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δέ κα μὴ παραμέ- | |
| νηι καθὼς γέγραπται, κύριος ἔστω Ἀριστίων κολαζόμενος Ἀ- | |
| πόλλωνιον τρόπωι ὧι κα θέληι· μὴ ἐξέστω δὲ Ἀπολλωνίωι μή- | |
| τε δόσιν τῶν ἰδίων μηθενὶ δό[μεν] μήτε υἱοποιήσασσται(!) | |
| 25 | μηθένα, εἴ κα μὴ ἐξ αὐτοῦ γένηται· εἰ δὲ μὴ τὰ ὑπάρ- |
| χοντα τὰ Ἀπολλωνίου, εἴ κά τι πάθηι Ἀπολλώνιος, | |
| Βαβύλου καὶ Ἀναξανδρίδα καὶ Σωσιπάτρου | |
| ἔστω, καὶ τῶν ἐπινόμων τῶν Βαβύλου καὶ Ἀναξαν- | |
| δρίδα καὶ Σωσιπάτρου ἔστω. μάρτυροι· ὁ ἱερεὺς | |
| 30 | Ἄρχων, καὶ ὁ νεωκόρος Μένης, καὶ τῶν ἀρχόντων |
| Ἀναξανδρίδας· ἰδιῶται Δάμων Δαμοξένου, Εὔδικος, | |
| Ἀλέξων Δάμωνος, Ἐρύμηλος, Δαμοκλῆς Ἀμφισσεῖς· | |
| Εὔδοκος, Σέλευκος, Θεύδοτος, Ἄθαμβος Ἀθανίω- | |
| νος Δελφοί· τὰν ὠνὰν φυλάσσοντι Μένης Δελφός, | |
| 35 | Ἐρύμηλος Ἀμφισσεύς. |