[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Δελφοῖς Δαμοσθένεος, μηνὸς Ποιτροπίου, βου-
λευόντων τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος,
Τιμοκλέος τοῦ Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα
τοῦ Αἰακίδα, ἐν δὲ Ἀμφίσσαι ἄρχοντος Ξενοδόκου τοῦ Ἀ-
5 λέξιος, θεοκολέοντος δὲ Δάμωνος τοῦ Δαμοξένου, μη-
νὸς Παναγυρίου, ἀπέδοτο Ἀριστίων Ἀναξανδρίδα
Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι καὶ τῶι Ἀσκλαπιῶι
τῶι ἐν Ἀμφίσσαι παιδάριον οἰκογενές, ὧι ὄνομα Ἀπολλώ-
νιος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καὶ τὰν
10 τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀπολλώνιος τοῖς θε-
οῖς τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθερος ἔσται καὶ ἀνέφαπτος ἀ-
πὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτῆρες κατὰ τοὺς
νόμους τᾶν πόλιων· Κλέανδρος Ἀμφισσεύς, Εὐάγγελος Δελ-
φός. εἰ δέ τίς κα ἐφάπτηται Ἀπολλωνίου ἐπὶ καταδουλισμῶι. βέβαιον παρε-
15 χόντων τοῖς θεοῖς τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστίων καὶ οἱ βεβαιωτῆ-
ρες Κλέανδρος καὶ Εὐάγγελος, κατὰ τοὺς νόμους τᾶν πόλιων· ὁμοίως δὲ καὶ
οἱ παρατυγχάνοντες τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Ἀπολλώνιον,
ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι τοὶ συ-
λέοντες πάσας δίκας καὶ ζαμίας. Παραμεινάτω δὲ Ἀπολλώ-
20 νιος παρὰ Ἀριστίωνα καὶ Νικὼ ἄχρι οὗ κα ζώηι Ἀριστίων καὶ Νι-
κώ, ποιῶν τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δέ κα μὴ παραμέ-
νηι καθὼς γέγραπται, κύριος ἔστω Ἀριστίων κολαζόμενος Ἀ-
πόλλωνιον τρόπωι ὧι κα θέληι· μὴ ἐξέστω δὲ Ἀπολλωνίωι μή-
τε δόσιν τῶν ἰδίων μηθενὶ δό[μεν] μήτε υἱοποιήσασσται(!)
25 μηθένα, εἴ κα μὴ ἐξ αὐτοῦ γένηται· εἰ δὲ μὴ τὰ ὑπάρ-
χοντα τὰ Ἀπολλωνίου, εἴ κά τι πάθηι Ἀπολλώνιος,
Βαβύλου καὶ Ἀναξανδρίδα καὶ Σωσιπάτρου
ἔστω, καὶ τῶν ἐπινόμων τῶν Βαβύλου καὶ Ἀναξαν-
δρίδα καὶ Σωσιπάτρου ἔστω. μάρτυροι· ὁ ἱερεὺς
30 Ἄρχων, καὶ ὁ νεωκόρος Μένης, καὶ τῶν ἀρχόντων
Ἀναξανδρίδας· ἰδιῶται Δάμων Δαμοξένου, Εὔδικος,
Ἀλέξων Δάμωνος, Ἐρύμηλος, Δαμοκλῆς Ἀμφισσεῖς·
Εὔδοκος, Σέλευκος, Θεύδοτος, Ἄθαμβος Ἀθανίω-
νος Δελφοί· τὰν ὠνὰν φυλάσσοντι Μένης Δελφός,
35 Ἐρύμηλος Ἀμφισσεύς.
Search Help
Contact Us