[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δαμοστράτου, μηνὸς Θευξενίου, βουλευόν-
των τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, Γλαύ-
κου τοῦ Ξένωνος, γραμματεύοντος Σωξένου τοῦ Ἐκεφύλου,
ἐπὶ τοῖσδε ἀπέδοτο Κλέων Κλευδάμου, συνευδοκεόντων
5 καὶ τῶν υἱῶν αὐτοῦ Κλευδάμου καὶ Παρνασίου, τῶι Ἀπόλλ{λ}ω-
νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Νικάνωρ τὸ γένος οἰ-
κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμαν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Νικάνωρ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ-
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ-
10 ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό-
μον τᾶς πόλιος· Εὐκράτης Καλλίκωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κα-
ταδουλισσμῶι Νικάνορος, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν
ὅ τε ἀ<π>οδόμενος(!) Κλέων καὶ ὁ βεβαιωτὴρ Εὐκράτης. εἰ δὲ μὴ παρέ-
χοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων Νικάνορι
15 ἀργυρίου μνᾶν δεκαπέντε. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες Νικάνορα ὡς ἐλεύθερον ἐόντα
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. κύρι-
ος δὲ ἔστω Νικάνωρ ὧν κέκτηται τῶν τε σωμάτων καὶ τῶν
ὑπαρχόντων πάντων, καὶ ὁ βεβαιωτὴρ βέβαια παρεχέτω
20 <ὁ> αὐτὸς Νικάνορι καὶ τοῖς ἐκγόνοις τοῖς Νικάνορος, κατὰ
τὸν νόμον τᾶς πόλιος. μάρτυροι· Πραξίας καὶ ὁ ἄρχων Γλαῦ-
κος Ξένωνος καὶ ἰδιῶται Πολύων Τιμοκλέος, Ἀμφίστρατος,
Λυσίμαχος, Φιλιστίων.
Search Help
Contact Us