[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δαμοστράτου, μηνὸς Θευξενίου, βουλευόν- |
| των τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, Γλαύ- | |
| κου τοῦ Ξένωνος, γραμματεύοντος Σωξένου τοῦ Ἐκεφύλου, | |
| ἐπὶ τοῖσδε ἀπέδοτο Κλέων Κλευδάμου, συνευδοκεόντων | |
| 5 | καὶ τῶν υἱῶν αὐτοῦ Κλευδάμου καὶ Παρνασίου, τῶι Ἀπόλλ{λ}ω- |
| νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Νικάνωρ τὸ γένος οἰ- | |
| κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμαν ἔχει πᾶσαν, | |
| καθὼς ἐπίστευσε Νικάνωρ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
| θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ- | |
| 10 | ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό- |
| μον τᾶς πόλιος· Εὐκράτης Καλλίκωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κα- | |
| ταδουλισσμῶι Νικάνορος, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν | |
| ὅ τε ἀ<π>οδόμενος(!) Κλέων καὶ ὁ βεβαιωτὴρ Εὐκράτης. εἰ δὲ μὴ παρέ- | |
| χοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων Νικάνορι | |
| 15 | ἀργυρίου μνᾶν δεκαπέντε. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες |
| κύριοι ἐόντων συλέοντες Νικάνορα ὡς ἐλεύθερον ἐόντα | |
| ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. κύρι- | |
| ος δὲ ἔστω Νικάνωρ ὧν κέκτηται τῶν τε σωμάτων καὶ τῶν | |
| ὑπαρχόντων πάντων, καὶ ὁ βεβαιωτὴρ βέβαια παρεχέτω | |
| 20 | <ὁ> αὐτὸς Νικάνορι καὶ τοῖς ἐκγόνοις τοῖς Νικάνορος, κατὰ |
| τὸν νόμον τᾶς πόλιος. μάρτυροι· Πραξίας καὶ ὁ ἄρχων Γλαῦ- | |
| κος Ξένωνος καὶ ἰδιῶται Πολύων Τιμοκλέος, Ἀμφίστρατος, | |
| Λυσίμαχος, Φιλιστίων. |