[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δαμοστράτου, μηνὸς Θευξενίου, βουλευόν- |
των τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, Γλαύ- | |
κου τοῦ Ξένωνος, γραμματεύοντος Σωξένου τοῦ Ἐκεφύλου, | |
ἐπὶ τοῖσδε ἀπέδοτο Κλέων Κλευδάμου, συνευδοκεόντων | |
5 | καὶ τῶν υἱῶν αὐτοῦ Κλευδάμου καὶ Παρνασίου, τῶι Ἀπόλλ{λ}ω- |
νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Νικάνωρ τὸ γένος οἰ- | |
κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμαν ἔχει πᾶσαν, | |
καθὼς ἐπίστευσε Νικάνωρ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ- | |
10 | ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό- |
μον τᾶς πόλιος· Εὐκράτης Καλλίκωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κα- | |
ταδουλισσμῶι Νικάνορος, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν | |
ὅ τε ἀ<π>οδόμενος(!) Κλέων καὶ ὁ βεβαιωτὴρ Εὐκράτης. εἰ δὲ μὴ παρέ- | |
χοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων Νικάνορι | |
15 | ἀργυρίου μνᾶν δεκαπέντε. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες |
κύριοι ἐόντων συλέοντες Νικάνορα ὡς ἐλεύθερον ἐόντα | |
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. κύρι- | |
ος δὲ ἔστω Νικάνωρ ὧν κέκτηται τῶν τε σωμάτων καὶ τῶν | |
ὑπαρχόντων πάντων, καὶ ὁ βεβαιωτὴρ βέβαια παρεχέτω | |
20 | <ὁ> αὐτὸς Νικάνορι καὶ τοῖς ἐκγόνοις τοῖς Νικάνορος, κατὰ |
τὸν νόμον τᾶς πόλιος. μάρτυροι· Πραξίας καὶ ὁ ἄρχων Γλαῦ- | |
κος Ξένωνος καὶ ἰδιῶται Πολύων Τιμοκλέος, Ἀμφίστρατος, | |
Λυσίμαχος, Φιλιστίων. |