[ ]
Phokis — Delphi — 50 BC
1 | ἄρχοντος Ταραντίνου, μη- |
νὸς Θεοξενίου, βουλευόντων | |
Φιλαιτώλου, Δάμωνος, Κλεοδάμου, | |
Δάμωνος, ἐπὶ τοῖσδε ἀπέδοντο | |
5 | Εὐάγγελος καὶ Φιλώ, συνευαρε- |
στέοντος καὶ τοῦ υἱοῦ αὐτῶν | |
Μεγάρτα, τῶι Ἀπόλλωνι τῶι Πυ- | |
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
Βώτα, τιμᾶς ἀργυρίου μνᾶν τεσ- | |
10 | σάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶ- |
σαν. βεβαιωτὴρ κατὰ τοὺς νόμο- | |
υς τᾶς πόλιος· Εὐκλείδας Αἰακί- | |
δα, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
Βώταν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
15 | των, ποιοῦσαν ὅ κα θέληι. εἰ δέ |
τις ἐφάπτοιτο Βώτας ἐπὶ κατα- | |
δουλισμῶι, κύριος ἔστω ὁ παρα- | |
τυχὼν συλέων Βῶταν ὡς ἐλευ- | |
θέραν οὖσαν, ἀζάμιος ὢν πάσας | |
20 | δίκας καὶ ζαμίας καὶ ὁ βεβαιωτὴρ |
βεβαιούτω, καὶ οἱ ἀποδόμενοι | |
βέβαιον παρεχόντω τῶι θεῶι | |
τὰν ὠνάν. μάρτυροι· οἱ ἱαρεῖς Ἐμ- | |
μενίδας, Λαιάδας, ἰδιῶται Πάτρων, | |
25 | Ὀρθαῖος, Σάτυρος. |