[ ]
Phokis — Delphi — 50 BC
| 1 | ἄρχοντος Πεισιστράτου, μηνὸς Ἰλαίου, βου- |
| λευόντων Διοδώρου, Ἁγίωνος, Φίλωνος, Ἀγησιλάου, | |
| ἀπέδοτο Ἰράνα Νικία σῶμα γυναικεῖον ἇι ὄνομα | |
| Πρέπουσα τὸ γένος οἰκογενῆ. παραμεινάτω δὲ | |
| 5 | Πρέπουσα Ἰράναι ἕως κα ζῆι ποιοῦσα πᾶν τὸ ἐπι |
| τασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποέοι, | |
| ἐξουσίαν ἐχέτω ἐπιτιμέουσα τρόπωι ὧι κα θέληι. | |
| εἰ δὲ θέλοι προαπελθεῖν, δότω Πρέπουσα | |
| Ἰράναι ἀργυρίου μνᾶς πέντε καὶ ἀπολελυμέ- | |
| 10 | να ἔστω τᾶς παραμονᾶς. βεβαιωτὴρ κατὰ τοὺς |
| νόμους τᾶς πόλιος· Φιλόνικος Νικία. εἰ | |
| δέ τις ἐφάπτοι<το> ἐπὶ καταδουλισμῶι, βέ- | |
| βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν {ὠ- | |
| νὰν} ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. | |
| 15 | ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος |
| ἔστω συλέων Πρέπουσαν ἀζάμιος | |
| ὢν καὶ ἀνυπόδικος. μάρτυροι· οἱ ἱε- | |
| ρεῖς τοῦ Ἀπόλλωνος Ἐμμενίδας ․․․․- | |
| ․․․․․․ | |
| 20 | Βαβύλος |
| ․․․․․ |