[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Βοαθόου, βουλευόντων τὰν πρώ- |
ταν ἑξάμηνον Τιμοκλέος τοῦ Θρασέα, Φιλαιτώλου τοῦ Φαίνι- | |
ος, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἀπέδοτο | |
Ἀνδρόνικος Φρικίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
5 | ἀνδρεῖον ὧι ὄνομα Δίσσκος τὸ γένος Αἰγύπτιον, τιμᾶς ἀργυ- |
ρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- | |
στευσε Δίσκος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ- | |
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέων | |
ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτῆρες κατὰ | |
10 | τὸν νόμον τᾶς πόλιος· Τιμοκλῆς Πολύωνος, Ξενόκριτος Στη- |
σιμένεος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Δίσκου, βέβαι- | |
ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀνδρόνι- | |
κος καὶ οἱ βεβαιωτῆρες Τιμοκλῆς καὶ Ξενόκριτος. εἰ δὲ μὴ παρέχοιν βέ- | |
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. | |
15 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Δί- |
σκον ἐπ’ ἐλευθερίαι ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι- | |
κοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Δίσκος παρὰ Ἀνδρό- | |
νικον, ἄχρι οὗ κα ζώηι Ἀνδρόνικος, ποιέων τὸ ποτιτασσόμενον πᾶν | |
τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ποτιτασ- | |
20 | σόμενον, κύριοις ἔστω ἐπιτιμέων Ἀνδρόνικος τρόπωι ὧι κα |
αὐτὸς θέληι, πλὰν μὴ πωλέων. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένη[ται] | |
περὶ Ἀνδρόνικον, ἐλεύθερος ἔστω Δίσσκος | |
καθὼς ἐπάνω γέγραπται. | |
μάρτυροι· ὁ ἱερ[εὺς] | |
25 | Ἄρχων Καλλία καὶ Τιμο- |
κλῆς ὁ ἄρχων καὶ οἱ ἰδιῶται | |
Μένης, Δρομοκλείδας, Νικό- | |
μαχος Δεξίππου, Τιμόκρι- | |
τος, Δρόμων, Εὐκλείδας | |
30 | Καλλείδα. |