[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Βοαθόου, βουλευόντων τὰν πρώ- |
| ταν ἑξάμηνον Τιμοκλέος τοῦ Θρασέα, Φιλαιτώλου τοῦ Φαίνι- | |
| ος, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἀπέδοτο | |
| Ἀνδρόνικος Φρικίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| 5 | ἀνδρεῖον ὧι ὄνομα Δίσσκος τὸ γένος Αἰγύπτιον, τιμᾶς ἀργυ- |
| ρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- | |
| στευσε Δίσκος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ- | |
| μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέων | |
| ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτῆρες κατὰ | |
| 10 | τὸν νόμον τᾶς πόλιος· Τιμοκλῆς Πολύωνος, Ξενόκριτος Στη- |
| σιμένεος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Δίσκου, βέβαι- | |
| ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀνδρόνι- | |
| κος καὶ οἱ βεβαιωτῆρες Τιμοκλῆς καὶ Ξενόκριτος. εἰ δὲ μὴ παρέχοιν βέ- | |
| βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. | |
| 15 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Δί- |
| σκον ἐπ’ ἐλευθερίαι ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι- | |
| κοι πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Δίσκος παρὰ Ἀνδρό- | |
| νικον, ἄχρι οὗ κα ζώηι Ἀνδρόνικος, ποιέων τὸ ποτιτασσόμενον πᾶν | |
| τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ποτιτασ- | |
| 20 | σόμενον, κύριοις ἔστω ἐπιτιμέων Ἀνδρόνικος τρόπωι ὧι κα |
| αὐτὸς θέληι, πλὰν μὴ πωλέων. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένη[ται] | |
| περὶ Ἀνδρόνικον, ἐλεύθερος ἔστω Δίσσκος | |
| καθὼς ἐπάνω γέγραπται. | |
| μάρτυροι· ὁ ἱερ[εὺς] | |
| 25 | Ἄρχων Καλλία καὶ Τιμο- |
| κλῆς ὁ ἄρχων καὶ οἱ ἰδιῶται | |
| Μένης, Δρομοκλείδας, Νικό- | |
| μαχος Δεξίππου, Τιμόκρι- | |
| τος, Δρόμων, Εὐκλείδας | |
| 30 | Καλλείδα. |