[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Δαμοστράτου, μη- |
νὸς Ἰλαίου, βουλευόντων τὰν δευ- | |
τέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου, | |
Γλαύκου τοῦ Ξένωνος, γραμματεύοντος Σω- | |
5 | ξένου τοῦ Ἐκεφύλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀντίφιλος, |
συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτοῦ Βάττου, τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωτηρὶς τὸ γένος Θρᾶισαν | |
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐ- | |
πίστευσε Σωτηρὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα | |
10 | εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα |
ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό- | |
μον τᾶς πόλιος· Γοργίλος Φαίνιος. εἰ δέ τις ἅπτοιτο Σωτηρίδος ἐπὶ κα- | |
ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀπο- | |
δόμενος Ἀντίφιλος καὶ ὁ βεβαιωτὴρ Γοργίλος. εἰ δὲ μὴ παρέχοιν βέ- | |
15 | βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πό- |
λιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
Σωτηρὶν ὡς ἐλεύθεραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά- | |
σας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Σωτηρὶς παρὰ Ἀντίφιλον ἄχρι οὗ κα | |
ζώηι Ἀντίφιλος ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλή- | |
20 | τως. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι Σωτηρὶς παρὰ Αντίφιλον, κύριος ἔστω |
επιτιμέων Ἀντίφιλος καὶ ἄλλος ὑπὲρ Ἀντίφιλον τρόπωι ὧι κα αὐτὸς θέ- | |
ληι, πλὰν μὴ πωλέων. ἐπεὶ δέ κά τι πάθηι ἀνθρώπινον Ἀντίφιλος ποτα- | |
ποδότω Σωτηρὶς Βάττωι ἀργυρίου μνᾶν, καὶ ἐλευθέρα ἔστω Σωτηρίς, | |
καθὼς ἐπάνω γέγραπται. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀν- | |
25 | δρόνικος, Πραξίας καὶ οἱ ἄρχοντες Γλαῦκος, Σώξενος, καὶ ἰδιῶται Τιμό- |
κριτος, Μένης, Εὐκλείδας. |