[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Ποιτροπίου τοῦ πρώτου, βου- |
λευόντων τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, | |
Τιμοκλεός τοῦ Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰ- | |
ακίδα, ἀπέδοτο Ἵππων Ἀθανίωνος Δελφὸς τῶι Ἀπόλλωνι σῶ- | |
5 | μα ἀνδρεῖον ὧι ὄνομα Λίβανος τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου |
μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Λίβανος τὰν ὠνὰν τῶι θεῶι, | |
ὥσστε ἐλεύθερον καὶ ἀνέφαπτον εἶμεν τὸν πάντα χρόνον. βε- | |
βαιωτήρ· Εὔδοκος Πραξία Δελφός, κατὰ τοὺς νόμους τᾶς πόλι- | |
ος. εἰ δέ τις καταδουλίζοιτο Λίβανον, κύριος ἔστω αὐσω- | |
10 | τὸν συλέων καὶ ἄλλος ὁ θέλων, καὶ ὁ βεβαιωτὴρ βεβαιού- |
τω. μάρτυροι· Λύσων Ἵππωνος, Θρασυκλῆς Πραξία, Τιμό- | |
κριτος, καὶ ὁ ἱερεὺς Ἄρχων Καλλία καὶ ὁ ναοκόρος Μένης | |
καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Ἀναξανδρίδας. |