[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Δαμοσθένεος μηνὸς Ποιτροπίου τοῦ πρώτου, βου- |
| λευόντων τὰν πρώταν ἑξάμηνον Φιλαιτώλου τοῦ Φαίνιος, | |
| Τιμοκλεός τοῦ Θρασέα, γραμματεύοντος Ἀναξανδρίδα τοῦ Αἰ- | |
| ακίδα, ἀπέδοτο Ἵππων Ἀθανίωνος Δελφὸς τῶι Ἀπόλλωνι σῶ- | |
| 5 | μα ἀνδρεῖον ὧι ὄνομα Λίβανος τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου |
| μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Λίβανος τὰν ὠνὰν τῶι θεῶι, | |
| ὥσστε ἐλεύθερον καὶ ἀνέφαπτον εἶμεν τὸν πάντα χρόνον. βε- | |
| βαιωτήρ· Εὔδοκος Πραξία Δελφός, κατὰ τοὺς νόμους τᾶς πόλι- | |
| ος. εἰ δέ τις καταδουλίζοιτο Λίβανον, κύριος ἔστω αὐσω- | |
| 10 | τὸν συλέων καὶ ἄλλος ὁ θέλων, καὶ ὁ βεβαιωτὴρ βεβαιού- |
| τω. μάρτυροι· Λύσων Ἵππωνος, Θρασυκλῆς Πραξία, Τιμό- | |
| κριτος, καὶ ὁ ἱερεὺς Ἄρχων Καλλία καὶ ὁ ναοκόρος Μένης | |
| καὶ οἱ ἄρχοντες Φιλαίτωλος, Ἀναξανδρίδας. |