[ ]
Phokis — Delphi — 50-1 BC
1 | ἄρχοντος Πύῤῥου, |
μηνὸς Βοαθοίου, βου[λευόν]- | |
των Βαβύλου, Φίλωνος, Πολυ- | |
τειμίδα, ἀπέδοτο [Εἰ]σιὰς σῶμα | |
5 | γυναικεῖον κορίδιον ἇι ὄνομα Ἡρά- |
κλεα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιω- | |
τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· | |
Εὐάγγελος Μεγάρτα. παραμεινάτω | |
10 | δὲ Εἰσιάδι ἕως κα ζῆι ποιο<ῦ>νσα(!) |
τὸ ἐπιτασσόμενον πᾶν τὸ | |
δυνατόν· εἰ δὲ μὴ ποιῆι, ἐξουσίαν | |
ἐχέτω ἐπιτειμέουσα τρόπωι | |
15 | ὧι κα θέληι. εἰ δέ τι πάθοι Εἰσιάς, |
λαβέτω τὰ Εἰσιάδος πάντα, καὶ | |
ποιησάτω τὰ ποτὶ γᾶν πάντα· | |
εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα- | |
δουλισμῶι Ἡρακλέας, βέβαιον πα- | |
20 | ρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν |
ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. | |
ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι- | |
ος ἔστω συλέων Ἡράκλεαν ἐλευθέραν | |
ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσ- | |
ας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς | |
25 | τοῦ Ἀπόλλωνος Λαιάδας Βαβύλου, |
ἰδιῶται Ἁβρόμαχος, Γόργιλος, Κλεόμαντις. |