[ ]
Phokis — Delphi — 50-1 BC
| 1 | ἄρχοντος Πύῤῥου, |
| μηνὸς Βοαθοίου, βου[λευόν]- | |
| των Βαβύλου, Φίλωνος, Πολυ- | |
| τειμίδα, ἀπέδοτο [Εἰ]σιὰς σῶμα | |
| 5 | γυναικεῖον κορίδιον ἇι ὄνομα Ἡρά- |
| κλεα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
| καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιω- | |
| τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· | |
| Εὐάγγελος Μεγάρτα. παραμεινάτω | |
| 10 | δὲ Εἰσιάδι ἕως κα ζῆι ποιο<ῦ>νσα(!) |
| τὸ ἐπιτασσόμενον πᾶν τὸ | |
| δυνατόν· εἰ δὲ μὴ ποιῆι, ἐξουσίαν | |
| ἐχέτω ἐπιτειμέουσα τρόπωι | |
| 15 | ὧι κα θέληι. εἰ δέ τι πάθοι Εἰσιάς, |
| λαβέτω τὰ Εἰσιάδος πάντα, καὶ | |
| ποιησάτω τὰ ποτὶ γᾶν πάντα· | |
| εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα- | |
| δουλισμῶι Ἡρακλέας, βέβαιον πα- | |
| 20 | ρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν |
| ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. | |
| ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι- | |
| ος ἔστω συλέων Ἡράκλεαν ἐλευθέραν | |
| ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσ- | |
| ας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς | |
| 25 | τοῦ Ἀπόλλωνος Λαιάδας Βαβύλου, |
| ἰδιῶται Ἁβρόμαχος, Γόργιλος, Κλεόμαντις. |