[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ξενοκρίτου μηνὸς Ποιτροπίου τοῦ δευτέρου,
ἀπέδοτο Καλλὼ Ἀρίστωνος, συνευδοκέοντος καὶ τοῦ
ἀνδρὸς Ἀριστομάχου καὶ τῶν ὑῶν Ἀριστωνύμου καὶ Ἀρίσ-
τωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
5 ἇι ὄνομα Σωτίμα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ-
σε Σωτίμα τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ
ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν
νόμον τᾶς πόλιος· Ἀθανίων Ἀρίστωνος· εἰ δέ τις ἅπτοι-
10 το Σωτίμας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων
τὰν ὠνὰν τῶι θεῶι ἅ τε ἀποδομένα Καλλὼ καὶ ὁ βεβαιωτὴρ
Ἀθανίων. καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Σωτίμαν
ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος. μάρτυ-
ροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Σώξε-
15 νος, Σωσίπατρος, Γενναῖος καὶ ἰδιῶται Φιλόνικος, Δαμο-
φάνης, Σωτήριχος, Τιμόκριτος.
Search Help