[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δάμωνος τοῦ Ξενοστράτου, μηνὸς Ποιτροπίου, βουλευ-
όντων τὰν πρώταν ἑξάμηνον Βαβύλου, Κλέωνος, Δίωνος, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Πολύξενος Ὀξύλου, συνευδοκεόντων καὶ τῶν υἱῶν αὐ-
τοῦ Ὀξύλου καὶ Ξεν[έ]α, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῆ-
5 ον ὧι ὄνομα Μάγας τὸ γένος Ἀράβα, τιμᾶς ἀργυρίου μνᾶν τεσ-
σάρων, καθὼς ἐπίστευσε Μάγας τῶι θεῶι τὰν ὠνὰν ἐφ ὧιτε
ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα
βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀριστόδαμος
Γλαυκία. εἰ δέ τις ἅπτοιτο Μάγα ἐπὶ καταδουλισμῶι, {βεβαι}
10 βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος
καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι-
OI E)O/NTWN SULE/ONTES *MA/GAN W(S E)LEU/QERON E)O/NTA A)ZA/MI-
οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομοκλείδας, Ἄρχων, καὶ οἱ ἄρ-
15 χοντες Βαβύλος, Κλέων, Δίων καὶ ἰδιῶται Σωσίπατρος,
Κλεώνδας, Ὑβρίας, Δάμων Ξενοστράτου, Λαχάρης, Μένης,
Τιμόκριτος.
Search Help
Contact Us