[ ]
Phokis — Delphi — 50-1 BC
1 | ἄρχοντος Φίλωνος, μηνὸς Ποιτροπίου, βουλευόντων Πάσωνος, |
Ἀμύντα, Ἄγωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Πύῤῥος Ἀτισίδα τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σώματα δύο οἷς ὀνόματα Βῶτα καὶ Σωσίας, τὸ γένος οἰκο- | |
γενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιω- | |
5 | τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Διονύσιος Ἀστοξένου, καθὼς ἐπίστευσε |
Βώτα καὶ Σωσίας τὰν ὠνὰν τῶι θεῶι {τὰν ὠν} ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνε- | |
φάπτους ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέχοντας οἷς | |
κα θελωντι. εἰ δέ τις ἐφάπτοιτο Σωσία ἢ Βώτας ἐπὶ καταδουλισμῶι, βέβαιον πα- | |
ρεχέτω [τῶι θεῶι] τὰν ὠνὰν ὅ τε ἀποδόμενος Πύῤῥος, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω, κύ- | |
10 | ριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων Βώταν καὶ Σωσίαν ὡς ἐλευθέρους, ἀνυ- |
πόδικος ὢν καὶ ἀζάμιος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· Λαιάδας, | |
Πολυτιμίδας, Λάδικος, Εὐάγγελος. | |
παραμεινάτω δὲ Βώτα Πύῤῥωι ἕως κα ζῆι, ποιοῦσα | |
τὸ ἐπιτασσόμενον πᾶν ἀνεγκλήτως. |