[ ] Phokis — Delphi — 50-1 BC
1 ἄρχοντος Φίλωνος, μηνὸς Ποιτροπίου, βουλευόντων Πάσωνος,
Ἀμύντα, Ἄγωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Πύῤῥος Ἀτισίδα τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σώματα δύο οἷς ὀνόματα Βῶτα καὶ Σωσίας, τὸ γένος οἰκο-
γενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιω-
5 τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Διονύσιος Ἀστοξένου, καθὼς ἐπίστευσε
Βώτα καὶ Σωσίας τὰν ὠνὰν τῶι θεῶι {τὰν ὠν} ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνε-
φάπτους ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέχοντας οἷς
κα θελωντι. εἰ δέ τις ἐφάπτοιτο Σωσία ἢ Βώτας ἐπὶ καταδουλισμῶι, βέβαιον πα-
ρεχέτω [τῶι θεῶι] τὰν ὠνὰν ὅ τε ἀποδόμενος Πύῤῥος, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω, κύ-
10 ριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων Βώταν καὶ Σωσίαν ὡς ἐλευθέρους, ἀνυ-
πόδικος ὢν καὶ ἀζάμιος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· Λαιάδας,
Πολυτιμίδας, Λάδικος, Εὐάγγελος.
παραμεινάτω δὲ Βώτα Πύῤῥωι ἕως κα ζῆι, ποιοῦσα
τὸ ἐπιτασσόμενον πᾶν ἀνεγκλήτως.
Search Help
Contact Us