[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Σωσιπάτρου μηνὸς Ποιτροπίου, βουλευ-
όντων τὰν πρώταν ἑξάμηνον Ἀντιγένεος τοῦ
Διοδώρου, Ἁγίωνος τοῦ Κλεοδάμου, γραμμα-
τεύοντος δὲ Ὑβρία τοῦ Ξένωνος, ἐν δὲ Ἐρι-
5 νεῶι ἄρχοντος Νίκωνος, μηνὸς Ἑσπερίνου, ἀνέθηκαν
Καλλικράτης Καλλινόου, Πραξὼ Κλεομένεος
Ἐριναῖοι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀντίοχος τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι, ἀπειλαφότες παρ’ αὐτοῦ λύ-
τρα ἐκ πολεμίων, καὶ μὴ καταδουλισάστω Ἀντίοχον μη-
10 θεὶς τῶν Καλλικράτεος καὶ Πραξοῦς, προστάτας δὲ αἱ-
ρεῖται τοὺς ἀπελευθερίξαντας, καὶ βεβαιωτὴρ κα-
τὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων Κλευκριτου Ἐρι-
ναῖος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ
Ἄθαμβος καὶ οἱ ἄρχοντες Ἀντιγένης, Ἁγίων, Ὑβρίας·
15 Ἀγέμαχος, Ἐχεκράτης Ἐριναῖοι, Μικκίνας Νικο-
κλέα Λιλαιεύς.
Search Help
Contact Us