[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Σωσιπάτρου μηνὸς Ποιτροπίου, βουλευ- |
| όντων τὰν πρώταν ἑξάμηνον Ἀντιγένεος τοῦ | |
| Διοδώρου, Ἁγίωνος τοῦ Κλεοδάμου, γραμμα- | |
| τεύοντος δὲ Ὑβρία τοῦ Ξένωνος, ἐν δὲ Ἐρι- | |
| 5 | νεῶι ἄρχοντος Νίκωνος, μηνὸς Ἑσπερίνου, ἀνέθηκαν |
| Καλλικράτης Καλλινόου, Πραξὼ Κλεομένεος | |
| Ἐριναῖοι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀντίοχος τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι, ἀπειλαφότες παρ’ αὐτοῦ λύ- | |
| τρα ἐκ πολεμίων, καὶ μὴ καταδουλισάστω Ἀντίοχον μη- | |
| 10 | θεὶς τῶν Καλλικράτεος καὶ Πραξοῦς, προστάτας δὲ αἱ- |
| ρεῖται τοὺς ἀπελευθερίξαντας, καὶ βεβαιωτὴρ κα- | |
| τὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων Κλευκριτου Ἐρι- | |
| ναῖος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ | |
| Ἄθαμβος καὶ οἱ ἄρχοντες Ἀντιγένης, Ἁγίων, Ὑβρίας· | |
| 15 | Ἀγέμαχος, Ἐχεκράτης Ἐριναῖοι, Μικκίνας Νικο- |
| κλέα Λιλαιεύς. |