[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Σωσιπάτρου μηνὸς Ποιτροπίου, βουλευ- |
όντων τὰν πρώταν ἑξάμηνον Ἀντιγένεος τοῦ | |
Διοδώρου, Ἁγίωνος τοῦ Κλεοδάμου, γραμμα- | |
τεύοντος δὲ Ὑβρία τοῦ Ξένωνος, ἐν δὲ Ἐρι- | |
5 | νεῶι ἄρχοντος Νίκωνος, μηνὸς Ἑσπερίνου, ἀνέθηκαν |
Καλλικράτης Καλλινόου, Πραξὼ Κλεομένεος | |
Ἐριναῖοι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀντίοχος τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι ἐπ’ ἐλευθερίαι, ἀπειλαφότες παρ’ αὐτοῦ λύ- | |
τρα ἐκ πολεμίων, καὶ μὴ καταδουλισάστω Ἀντίοχον μη- | |
10 | θεὶς τῶν Καλλικράτεος καὶ Πραξοῦς, προστάτας δὲ αἱ- |
ρεῖται τοὺς ἀπελευθερίξαντας, καὶ βεβαιωτὴρ κα- | |
τὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων Κλευκριτου Ἐρι- | |
ναῖος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ | |
Ἄθαμβος καὶ οἱ ἄρχοντες Ἀντιγένης, Ἁγίων, Ὑβρίας· | |
15 | Ἀγέμαχος, Ἐχεκράτης Ἐριναῖοι, Μικκίνας Νικο- |
κλέα Λιλαιεύς. |