[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος Φιλονίκου μηνὸς Ἡρακλείου, βουλευόντων Πάτρωνος, Δάμωνος, Στρά- |
τωνος, Εὐκλίδα, ἀπέδοντο Πάσων καὶ Διόδωρος οἱ Ὀρέστα τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι παιδάριον ὧι ὄνομα Ἀλέξιππος ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου μνᾶν δύο, | |
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Ἀλέξιππος τὰν ὠνὰν τῶι θεῶι, | |
5 | ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιω- |
τὴρ κατὰ τοὺς νόμους· Καλλίας Εὐκλίδα. εἰ δέ τις ἐφάπτοιτο Ἀλεξίππου ἐπὶ κα- | |
ταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ | |
βεβαιωτὴρ βεβαιούτω. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ἀλέξιππον | |
ὡς ἐλεύθερον, ἀνυπόδικος ὢν καὶ ἀζάμιος πάσας δίκας καὶ ζαμίας. μάρτυροι | |
10 | Ἀμύντας, Πάτρων, Εὐκλίδας, [Βα]βύλος, ․․[․]․, Πρωτογένης. |