[ ]
Phokis — Delphi — 100-50 BC
| 1 | ἄρχοντος Φιλονίκου μηνὸς Ἡρακλείου, βουλευόντων Πάτρωνος, Δάμωνος, Στρά- |
| τωνος, Εὐκλίδα, ἀπέδοντο Πάσων καὶ Διόδωρος οἱ Ὀρέστα τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι παιδάριον ὧι ὄνομα Ἀλέξιππος ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου μνᾶν δύο, | |
| καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Ἀλέξιππος τὰν ὠνὰν τῶι θεῶι, | |
| 5 | ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιω- |
| τὴρ κατὰ τοὺς νόμους· Καλλίας Εὐκλίδα. εἰ δέ τις ἐφάπτοιτο Ἀλεξίππου ἐπὶ κα- | |
| ταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ | |
| βεβαιωτὴρ βεβαιούτω. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ἀλέξιππον | |
| ὡς ἐλεύθερον, ἀνυπόδικος ὢν καὶ ἀζάμιος πάσας δίκας καὶ ζαμίας. μάρτυροι | |
| 10 | Ἀμύντας, Πάτρων, Εὐκλίδας, [Βα]βύλος, ․․[․]․, Πρωτογένης. |