[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ξενοκρίτου, μηνὸς Βυσίου, βουλευόν- |
των τὰν δευτέραν ἑξάμηνον Κλέωνος του Κλευδά- | |
μου, Καλλικράτεος τοῦ Διοδώρου, γραμματεύον- | |
τος Μεγάρτα τοῦ Μελισίωνος, ἐπὶ τοῖσδὲ ἀπέδοτο | |
5 | Πολύων Τιμοκλέος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
μα γυναικεῖον ἅι ὄνομα Ἀξίωμα, τὸ γένος οἰκογε- | |
νῆ, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει | |
πᾶσαν, καθὼς ἐπίστευσε Ἀξίωμα τῶι θεῶι τὰν ὠνάν, | |
ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
10 | των τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχου- |
σα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· | |
Πάτρων Θρασέα. εἰ δέ τις ἅπτοιτο Ἀξιώματος ἐπὶ κατα- | |
δουλισμῶι, βέβαιον παρεχόντων τῶι θε͂ωι τὰν ὠνὰν | |
ὅ τε ἀποδόμενος Πολύων καὶ ὁ βεβαιωτὴρ Πάτρων· εἰ | |
15 | δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτι- |
μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ | |
οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
Ἀξίωμα, ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ | |
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε- | |
20 | ρεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οὶ ἄρχοντες, καὶ ἰδιῶ- |
ται Τιμοκλῆς Πολύωνος, Τιμόκριτος, Σωτύλος Σω- | |
στράτου, Τιμοκλῆς | |
Θρασέα. |