[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Δάμωνος μηνὸς Ποιτροπίου, βουλευ- |
όντων τὰν πρώταν ἑξάμηνον Βαβύλου τοῦ Αἰακίδα, | |
Κλέωνος τοῦ Δαμοσθένεος, γραμματεύοντος Δίωνος | |
τοῦ Ἐπισθένεος, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀμύντας καὶ Ἀντι- | |
5 | γενίδας καὶ Νικόστρατος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
μα ἀνδρεῖον ὧι ὄνομα Φιλώτας τὸ γένος Μακεδόνα, τι- | |
μᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, | |
καθὼς ἐπίστευσε Φιλώτας τῶι θεῶι τὰν ὠνάν, ἐ- | |
φ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
10 | τὸν πάντα βίον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς |
κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ταραν- | |
τῖνος Μνασιθέου. εἰ δέ τις ἅπτοιτο Φιλώτα ἐπὶ καταδου- | |
λισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε | |
ἀποδόμενοι Ἀμύντας καὶ Ἀντιγενίδας καὶ Νικόστρα- | |
15 | τος καὶ ὁ βεβαιωτὴρ Ταραντῖνος. εἰ δὲ μὴ παρέχοιν βέβαι- |
ον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
των συλέοντες Φιλώταν ἐπ’ ἐλευθερίαι ὡς ἐλεύθερον | |
ἐόντα ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας | |
20 | δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομο- |
κλείδας, Ἄρχων καὶ οἱ ἄρχοντες Βαβύλος, Κλέων, Δίων καὶ ἰδι- | |
ῶται Πράξων, Φίλων Φιλάγρου, Δάμων Ξένωνος, Κλεύ- | |
δαμος Πολυκράτεος, Πολυτιμίδας Μελισσίωνος, Δάμων | |
Δεξώνδα, Τιμοκράτης Εὐκράτεος, Γοργίλος, Ἁγίων Πο- | |
25 | λυκλείτου, Λαιάδας, Ἀρτεμίδωρος, Τιμόκριτος, Ἐρά- |
σιππος Φιλοκράτεος. |