[ ]
Phokis — Delphi — 156-151 BC
| 1 | ἄρχοντος Πατρέα μηνὸς Ἰλαίου, ἀπέδοτο Γενναῖος Ἡ- |
| ράκωνος τῶι Ἀπόλλωνι σῶμα γυναικεῖον ἇι ὄνομα Θρᾶισα, | |
| τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| καθὼς ἐπίστευσε Θρᾶισσα τὰν ὠνὰν τῶι θεῶι, ὥστε ἐ- | |
| 5 | λευθέρα εἶμεν τὸν πάντα χρόνον. εἰ δέ τις ἅπτοιτο Θράι- |
| σας κύριοι ἐόντων ὅ τε παρεντυχὼν συλέων ὡς ἐλευθέ- | |
| ραν ἐοῦσαν καὶ ἀνέφαπτον τὸν πάντα βίον. βεβαιωτῆρες | |
| κατὰ τοὺς νόμους τᾶς πόλιος· Μαντίας Φιλαιτώλου, Τι- | |
| μοκλῆς Πολύωνος. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
| 10 | νος Ἀμύντας, Ἀνδρόνικος· Μένης, Δίων Ἀλέξωνος, |
| Ἀντιχάρης Ἀζαράτου. |