[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δάμωνος μηνὸς Ποιτροπίου, βουλευ-
όντων τὰν πρώταν ἑξάμηνον Βαβύλου τοῦ Αἰακίδα,
Κλέωνος τοῦ Δαμοσθένεος, γραμματεύοντος Δίωνος
τοῦ Ἐπισθένεος, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀμύντας καὶ Ἀντι-
5 γενίδας καὶ Νικόστρατος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα ἀνδρεῖον ὧι ὄνομα Φιλώτας τὸ γένος Μακεδόνα, τι-
μᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν,
καθὼς ἐπίστευσε Φιλώτας τῶι θεῶι τὰν ὠνάν, ἐ-
φ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
10 TO\N PA/NTA BI/ON, POIE/WN O(/ KA QE/LHI KAI\ A)POTRE/XWN OI(=S
κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ταραν-
τῖνος Μνασιθέου. εἰ δέ τις ἅπτοιτο Φιλώτα ἐπὶ καταδου-
λισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε
ἀποδόμενοι Ἀμύντας καὶ Ἀντιγενίδας καὶ Νικόστρα-
15 τος καὶ ὁ βεβαιωτὴρ Ταραντῖνος. εἰ δὲ μὴ παρέχοιν βέβαι-
ον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον
τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν-
των συλέοντες Φιλώταν ἐπ’ ἐλευθερίαι ὡς ἐλεύθερον
ἐόντα ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας
20 δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομο-
κλείδας, Ἄρχων καὶ οἱ ἄρχοντες Βαβύλος, Κλέων, Δίων καὶ ἰδι-
ῶται Πράξων, Φίλων Φιλάγρου, Δάμων Ξένωνος, Κλεύ-
δαμος Πολυκράτεος, Πολυτιμίδας Μελισσίωνος, Δάμων
Δεξώνδα, Τιμοκράτης Εὐκράτεος, Γοργίλος, Ἁγίων Πο-
25 λυκλείτου, Λαιάδας, Ἀρτεμίδωρος, Τιμόκριτος, Ἐρά-
σιππος Φιλοκράτεος.
Search Help