[ ] Phokis — Delphi — 100 BC
1 ἄρχοντος Εὐκλείδα μηνὸς
Δαιδαφορίου, βουλευόντων Ἐ-
ράτωνος, Βαβύλου, Σωτύλου, ἀπέ-
δοτο Ἀνβρόσιον τῶι Ἀπόλλωνι τῶι
5 Πυθίωι σώματα δύο, ἓν μὲν
γυναικεῖον, ἑν δὲ ἀνδρεῖον,
οἷς ὀνόματα Σωσίνικος καὶ
Πίστις, τιμᾶς ἀργυρίου μνᾶν δέ-
κα, καὶ τὰν τιμὰν ἔχει {․․․․} πᾶσαν.
10 βεβαιωτὴρ κατὰ τοὺς νόμους
τᾶς πόλιος· Πολέμαρχος Δάμωνος,
ἐφ’ ὧτε εἶμεν ἐλευθέρους καὶ ἀ-
νεφάπτους ἀπὸ πάντων τὸν
πάντα βίον. παραμινάτωσαν δὲ Ἀν-
15 βροσίω Σωσίνικος καὶ Πίστις ἕως κα
ζῆ ποιοῦντες τὸ ἐπιτασσόμενον πᾶν.
εἰ δὲ μὴ ποέοισαν, ἐξουσίαν ἐχέτω
Ἀνβρόσιον ἐπιτιμέουσα τρ[ό]πω, ὧ κα θέλη
πλὰν μὴ πωλέουσα. εἰ δέ τι ἀνθρώπινον γέ-
20 νοιτο περὶ Ἀνβ(ρ)όσιον, ἔστωσαν τὰ προ-
γεγραμ<μ>ένα σώματα ἐλεύθερα καὶ μη-
θενὶ ποθήκοντα. εἰ δέ τις ἐφάπτοιτο Σω-
σινίκου ἢ Πίστιος ἐπὶ καταδουλισμῶ,
βέβαιον παρεχόντω τῶ θεῶ τὰν ὠ-
25 νὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ.
ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος
ἔστω συλέων Σωσίνικον καὶ Πί-
στιν ἐπ’ ἐλευθερία ἀζάμιος ὢν
καὶ ἀνυπόδικος πάσας δίκας καὶ
30 ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Νικό-
στρατος, Ξενόκριτος
καὶ ἰδιῶται Κλέων, Νικίας, Δημή-
τριος.
Search Help
Contact Us