[ ]
Phokis — Delphi — beg. 1st c. AD
| 1 | ἐπὶ δὲ ἄρχοντος Ξεναγόρα τοῦ Ἁβρομάχου |
| καὶ μηνὸς Ἀμαλίου, ἀπέλυσε Φίλων Στράτωνος | |
| καὶ Εὐάμερις Προστατήρου Στέφανον, Εὐκλεί- | |
| δαν, Κτήμαν, Μόσχιον τᾶς παραμονᾶς, ὥστε κα- | |
| 5 | τὰ πᾶν αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεπάφους |
| ἀπὸ πάντων. μάρτυρες· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος | |
| Διόδωρος Φιλονίκου, Πολέμαρχος Δάμωνος καὶ ἰ- | |
| διῶται Νικάνωρ Λυσιμάχου, Ξεναγόρας Ἁβρομά- | |
| χου, Μελισσίων Διονυσίου. | |
| 4 | Κτῆμα{ν} instead of Κτήμαν |