[ ]
Phokis — Delphi — beg. 1st c. AD
1 | ἄρχοντος Αἰακίδα τοῦ Εὐκλείδα μηνὸς Ποιτροπίου, βουλευόντων Διοδώ- |
ρου τοῦ Φιλονείκου, Ἀθανίωνος τοῦ Κλεοξενίδα, Φίλων Στράτωνος ἀπέ- | |
δοτο τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σώματα οἷς ὀνόματα Στέφανος, | |
Εὐκλείδας, Κτήμα, Μόσχιον, τειμᾶς ἕκαστον ἀργυρίου μνᾶν τριῶν, καὶ | |
5 | τὰν τειμὰν ἀπέχει πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλι- |
ος· Θέξενος Φιλαιτώλου ὁ καὶ Βαβύλου, Λέων Ξενοφάντου, ὥστε μηθε- | |
νὶ ποθήκειν αὐτοὺς κατὰ μηθένα τρόπον, ἀλλ’ εἶμεν αὐτοὺς ἐλευθέρους | |
καὶ ἀνεπάφους τὸν πάντα χρόνον ἀπὸ πάντων, καθὼς ἐπίστευσαν | |
τῷ θεῷ τὰν ὠνὰν Στέφανος καὶ Εὐκλείδας καὶ Κτήμα καὶ Μόσχιον. εἰ δέ | |
10 | τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῷ τῶν προγεγραμμένων, βέβαιον πα- |
ρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἐπ’ ἐλευθερίᾳ οἵ τε βεβαιωτῆρες καὶ ἄλ- | |
λος ὁ παρατυχὼν ἐξουσίαν ἔχων ἐν ἐλευθερίαν ἀφαιρεῖσθαι. παραμει- | |
νάτωσαν δὲ Στέφανος καὶ Εὐκλείδας καὶ Κτήμα καὶ Μόσχιον Φίλωνι καὶ | |
Εὐαμέρει, τᾷ Φίλωνος γυναικί, πάντα τὸν τᾶς Φίλωνος καὶ Εὐαμέριος | |
15 | ζωᾶς χρόνον, ὑπηρετέοντες καὶ ποιοῦντες πᾶν τὸ δυνατὸν καὶ ἐπι- |
τασσόμενον ὑπὸ Φίλωνος καὶ Εὐαμέριος.εἰ δὲ μὴ παραμείναιεν ἢ μὴ | |
πειθαρχέοισαν, ἐξουσίαν ἐχέτωσαν Φίλων καὶ Εὐάμερις ἐπιτειμέοντες | |
τῶμ <μ>ὴ πειθαρχεόντων καὶ μαστειγοῦντες καὶ διδέντες καὶ ἐγμισθοῦν- | |
τες τὰν ἐργασίαν τοῦ μὴ παραμένοντος. χωρὶς πράσιος ἔστωσαν | |
20 | δὲ τὰ προγεγραμμένα σώματα πρὸ τοῦ τελευτᾶν Φίλωνα καὶ Εὐάμεριν, ἀ- |
πολελυμένα τᾶς παραμονᾶς πρὸ ἁμερᾶν τριάκοντα. τὸ ἀντίγραφον ἐτέθη τᾶς | |
ὠνᾶς ἐν τὰ δαμόσια γράμματα. μάρτυρες· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος | |
Φιλονείκου, Πολέμαρχος Δάμωνος· Ἀριστοκλέας Φιλονείκου, Αἰακίδας | |
Εὐκλείδα, Νικάνωρ Λυσιμάχου, Διόδωρος Ὀρέστα, Λυσίμαχος Νικάνορος, Ξεν- | |
25 | [α]γόρας Ἁβρομάχου, Πρόθυμος Ἡρακλείδα. |