[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Πολυκράτεος μηνὸς Ἰλαί-
ου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος
τοῦ Πολυκλείτου, Μνασιθέου τοῦ Διοδώρου, γραμ-
ματεύοντος Κλευδάμου τοῦ Μαντία, ἐπὶ τοῖσδε ἀπέδο-
5 το Ἀντίφιλος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐ-
τοῦ Βάττου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ-
ον ἇι ὄνομα Ἀθηναιῒς τὸ γένος Γαλάτισσαν, τεχνῖτιν, καὶ
τὸν υἱὸν αὐτᾶς Ἀπολλόδωρον, ἀργυρίου μνᾶν ὀκτώ, καὶ
τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀθηναιῒς καὶ Ἀπολ-
10 λόδωρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν
καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέον-
τας ὅ κα θέλωντι καὶ ἀποτρέχοντας οἷς κα θέλωντι. βε-
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἄθαμβος Ἁβρομάχου.
εἰ δέ τις ἇπτοιτο Ἀθηναΐδος ἢ Ἀπολλοδώρου ἐπὶ καταδουλισ-
15 σμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό-
μενος Ἀντίφιλος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος. εἰ δὲ μὴ παρέχοιν
βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες Ἀθηναΐδα καὶ Ἀπολλόδωρον
20 ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμί-
ας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομο-
κλείδας, Ἄρχων καὶ ὁ νεωκόρος Μένης καὶ οἱ ἄρχον-
τες Ἁγίων, Μνασίθεος, Κλεύδαμος καὶ ἰδιῶται Ἄθαμ-
25 βος Ἁβρομάχου, Κλεύδαμος Πολυκράτεος, Δάμων
Ξενοστράτου, Εὐκλείδας  Κάλλωνος, Τιμόκριτος,
Δαμοσθένης, Δαίδαλος.
Search Help
Contact Us